Forum Crestin Ortodox Crestin Ortodox
 
 


Du-te înapoi   Forum Crestin Ortodox > Sfanta Scriptura > Din Vechiul Testament
Răspunde
 
Thread Tools Moduri de afișare
  #1  
Vechi 26.03.2022, 20:22:42
CrestinismAntic CrestinismAntic is offline
Senior Member
 
Data înregistrării: 16.02.2019
Mesaje: 175
Implicit SEPTUAGINTA in greaca online (cu litere LATINE)

SEPTUAGINTA in greaca online INDEX 1
Reply With Quote
  #2  
Vechi 26.03.2022, 20:23:16
CrestinismAntic CrestinismAntic is offline
Senior Member
 
Data înregistrării: 16.02.2019
Mesaje: 175
Implicit SEPTUAGINTA in greaca online INDEX 2

SEPTUAGINTA in greaca online INDEX 2
Reply With Quote
  #3  
Vechi 26.03.2022, 20:48:41
CrestinismAntic CrestinismAntic is offline
Senior Member
 
Data înregistrării: 16.02.2019
Mesaje: 175
Implicit Isaias Capitolul 1

1 ορασις ην ειδεν ησαιας υιος αμως ην ειδεν κατα της ιουδαιας και κατα ιερουσαλημ εν βασιλεια οζιου και ιωαθαμ και αχαζ και εζεκιου οι εβασιλευσαν της ιουδαιας

2 ακουε ουρανε και ενωτιζου γη οτι κυριος ελαλησεν υιους εγεννησα και υψωσα αυτοι δε με ηθετησαν

3 εγνω βους τον κτησαμενον και ονος την φατνην του κυριου αυτου ισραηλ δε με ουκ εγνω και ο λαος με ου συνηκεν

4 ουαι εθνος αμαρτωλον λαος πληρης αμαρτιων σπερμα πονηρον υιοι ανομοι εγκατελιπατε τον κυριον και παρωργισατε τον αγιον του ισραηλ

5 τι ετι πληγητε προστιθεντες ανομιαν πασα κεφαλη εις πονον και πασα καρδια εις λυπην

6 απο ποδων εως κεφαλης ουτε τραυμα ουτε μωλωψ ουτε πληγη φλεγμαινουσα ουκ εστιν μαλαγμα επιθειναι ουτε ελαιον ουτε καταδεσμους

7 η γη υμων ερημος αι πολεις υμων πυρικαυστοι την χωραν υμων ενωπιον υμων αλλοτριοι κατεσθιουσιν αυτην και ηρημωται κατεστραμμενη υπο λαων αλλοτριων

8 εγκαταλειφθησεται η θυγατηρ σιων ως σκηνη εν αμπελωνι και ως οπωροφυλακιον εν σικυηρατω ως πολις πολιορκουμενη

9 και ει μη κυριος σαβαωθ εγκατελιπεν ημιν σπερμα ως σοδομα αν εγενηθημεν και ως γομορρα αν ωμοιωθημεν

10 ακουσατε λογον κυριου αρχοντες σοδομων προσεχετε νομον θεου λαος γομορρας

11 τι μοι πληθος των θυσιων υμων λεγει κυριος πληρης ειμι ολοκαυτωματων κριων και στεαρ αρνων και αιμα ταυρων και τραγων ου βουλομαι

12 ουδ' εαν ερχησθε οφθηναι μοι τις γαρ εξεζητησεν ταυτα εκ των χειρων υμων πατειν την αυλην μου

13 ου προσθησεσθε εαν φερητε σεμιδαλιν ματαιον θυμιαμα βδελυγμα μοι εστιν τας νουμηνιας υμων και τα σαββατα και ημεραν μεγαλην ουκ ανεχομαι νηστειαν και αργιαν

14 και τας νουμηνιας υμων και τας εορτας υμων μισει η ψυχη μου εγενηθητε μοι εις πλησμονην ουκετι ανησω τας αμαρτιας υμων

15 οταν τας χειρας εκτεινητε προς με αποστρεψω τους οφθαλμους μου αφ' υμων και εαν πληθυνητε την δεησιν ουκ εισακουσομαι υμων αι γαρ χειρες υμων αιματος πληρεις

16 λουσασθε καθαροι γενεσθε αφελετε τας πονηριας απο των ψυχων υμων απεναντι των οφθαλμων μου παυσασθε απο των πονηριων υμων

17 μαθετε καλον ποιειν εκζητησατε κρισιν ρυσασθε αδικουμενον κρινατε ορφανω και δικαιωσατε χηραν

18 και δευτε και διελεγχθωμεν λεγει κυριος και εαν ωσιν αι αμαρτιαι υμων ως φοινικουν ως χιονα λευκανω εαν δε ωσιν ως κοκκινον ως εριον λευκανω

19 και εαν θελητε και εισακουσητε μου τα αγαθα της γης φαγεσθε

20 εαν δε μη θελητε μηδε εισακουσητε μου μαχαιρα υμας κατεδεται το γαρ στομα κυριου ελαλησεν ταυτα

21 πως εγενετο πορνη πολις πιστη σιων πληρης κρισεως εν η δικαιοσυνη εκοιμηθη εν αυτη νυν δε φονευται

22 το αργυριον υμων αδοκιμον οι καπηλοι σου μισγουσι τον οινον υδατι

23 οι αρχοντες σου απειθουσιν κοινωνοι κλεπτων αγαπωντες δωρα διωκοντες ανταποδομα ορφανοις ου κρινοντες και κρισιν χηρων ου προσεχοντες

24 δια τουτο ταδε λεγει ο δεσποτης κυριος σαβαωθ ουαι οι ισχυοντες ισραηλ ου παυσεται γαρ μου ο θυμος εν τοις υπεναντιοις και κρισιν εκ των εχθρων μου ποιησω

25 και επαξω την χειρα μου επι σε και πυρωσω σε εις καθαρον τους δε απειθουντας απολεσω και αφελω παντας ανομους απο σου και παντας υπερηφανους ταπεινωσω

26 και επιστησω τους κριτας σου ως το προτερον και τους συμβουλους σου ως το απ' αρχης και μετα ταυτα κληθηση πολις δικαιοσυνης μητροπολις πιστη σιων

27 μετα γαρ κριματος σωθησεται η αιχμαλωσια αυτης και μετα ελεημοσυνης

28 και συντριβησονται οι ανομοι και οι αμαρτωλοι αμα και οι εγκαταλειποντες τον κυριον συντελεσθησονται

29 διοτι αισχυνθησονται επι τοις ειδωλοις αυτων α αυτοι ηβουλοντο και επησχυνθησαν επι τοις κηποις αυτων α επεθυμησαν

30 εσονται γαρ ως τερεβινθος αποβεβληκυια τα φυλλα και ως παραδεισος υδωρ μη εχων

31 και εσται η ισχυς αυτων ως καλαμη στιππυου και αι εργασιαι αυτων ως σπινθηρες πυρος και κατακαυθησονται οι ανομοι και οι αμαρτωλοι αμα και ουκ εσται ο σβεσων
Reply With Quote
  #4  
Vechi 26.03.2022, 20:51:20
CrestinismAntic CrestinismAntic is offline
Senior Member
 
Data înregistrării: 16.02.2019
Mesaje: 175
Implicit Isaias Capitolul 1

1 orasis ēn eiden ēsaias uios amōs ēn eiden kata tēs ioudaias kai kata ierousalēm en basileia oziou kai iōatham kai achaz kai ezekiou oi ebasileusan tēs ioudaias

2 akoue ourane kai enōtizou gē oti kyrios elalēsen uious egennēsa kai ypsōsa autoi de me ēthetēsan

3 egnō bous ton ktēsamenon kai onos tēn phatnēn tou kyriou autou israēl de me ouk egnō kai o laos me ou synēken

4 ouai ethnos amartōlon laos plērēs amartiōn sperma ponēron uioi anomoi enkatelipate ton kyrion kai parōrgisate ton agion tou israēl

5 ti eti plēgēte prostithentes anomian pasa kephalē eis ponon kai pasa kardia eis lypēn

6 apo podōn eōs kephalēs oute trauma oute mōlōps oute plēgē phlegmainousa ouk estin malagma epitheinai oute elaion oute katadesmous

7 ē gē ymōn erēmos ai poleis ymōn pyrikaustoi tēn chōran ymōn enōpion ymōn allotrioi katesthiousin autēn kai ērēmōtai katestrammenē ypo laōn allotriōn

8 enkataleiphthēsetai ē thygatēr siōn ōs skēnē en ampelōni kai ōs opōrophylakion en sikyēratō ōs polis poliorkoumenē

9 kai ei mē kyrios sabaōth enkatelipen ēmin sperma ōs sodoma an egenēthēmen kai ōs gomorra an ōmoiōthēmen

10 akousate logon kyriou archontes sodomōn prosechete nomon theou laos gomorras

11 ti moi plēthos tōn thysiōn ymōn legei kyrios plērēs eimi olokautōmatōn kriōn kai stear arnōn kai aima taurōn kai tragōn ou boulomai

12 oud' ean erchēsthe ophthēnai moi tis gar exezētēsen tauta ek tōn cheirōn ymōn patein tēn aulēn mou

13 ou prosthēsesthe ean pherēte semidalin mataion thymiama bdelygma moi estin tas noumēnias ymōn kai ta sabbata kai ēmeran megalēn ouk anechomai nēsteian kai argian

14 kai tas noumēnias ymōn kai tas eortas ymōn misei ē psychē mou egenēthēte moi eis plēsmonēn ouketi anēsō tas amartias ymōn

15 otan tas cheiras ekteinēte pros me apostrepsō tous ophthalmous mou aph' ymōn kai ean plēthynēte tēn deēsin ouk eisakousomai ymōn ai gar cheires ymōn aimatos plēreis

16 lousasthe katharoi genesthe aphelete tas ponērias apo tōn psychōn ymōn apenanti tōn ophthalmōn mou pausasthe apo tōn ponēriōn ymōn

17 mathete kalon poiein ekzētēsate krisin rysasthe adikoumenon krinate orphanō kai dikaiōsate chēran

18 kai deute kai dielenchthōmen legei kyrios kai ean ōsin ai amartiai ymōn ōs phoinikoun ōs chiona leukanō ean de ōsin ōs kokkinon ōs erion leukanō

19 kai ean thelēte kai eisakousēte mou ta agatha tēs gēs phagesthe

20 ean de mē thelēte mēde eisakousēte mou machaira ymas katedetai to gar stoma kyriou elalēsen tauta

21 pōs egeneto pornē polis pistē siōn plērēs kriseōs en ē dikaiosynē ekoimēthē en autē nyn de phoneutai

22 to argyrion ymōn adokimon oi kapēloi sou misgousi ton oinon ydati

23 oi archontes sou apeithousin koinōnoi kleptōn agapōntes dōra diōkontes antapodoma orphanois ou krinontes kai krisin chērōn ou prosechontes

24 dia touto tade legei o despotēs kyrios sabaōth ouai oi ischyontes israēl ou pausetai gar mou o thymos en tois ypenantiois kai krisin ek tōn echthrōn mou poiēsō

25 kai epaxō tēn cheira mou epi se kai pyrōsō se eis katharon tous de apeithountas apolesō kai aphelō pantas anomous apo sou kai pantas yperēphanous tapeinōsō

26 kai epistēsō tous kritas sou ōs to proteron kai tous symboulous sou ōs to ap' archēs kai meta tauta klēthēsē polis dikaiosynēs mētropolis pistē siōn

27 meta gar krimatos sōthēsetai ē aichmalōsia autēs kai meta eleēmosynēs

28 kai syntribēsontai oi anomoi kai oi amartōloi ama kai oi enkataleipontes ton kyrion syntelesthēsontai

29 dioti aischynthēsontai epi tois eidōlois autōn a autoi ēboulonto kai epēschynthēsan epi tois kēpois autōn a epethymēsan

30 esontai gar ōs terebinthos apobeblēkuia ta phylla kai ōs paradeisos ydōr mē echōn

31 kai estai ē ischys autōn ōs kalamē stippyou kai ai ergasiai autōn ōs spinthēres pyros kai katakauthēsontai oi anomoi kai oi amartōloi ama kai ouk estai o sbesōn
Reply With Quote
  #5  
Vechi 26.03.2022, 20:54:42
CrestinismAntic CrestinismAntic is offline
Senior Member
 
Data înregistrării: 16.02.2019
Mesaje: 175
Implicit Isaias Capitolul 2

1 ο λογος ο γενομενος παρα κυριου προς ησαιαν υιον αμως περι της ιουδαιας και περι ιερουσαλημ

2 οτι εσται εν ταις εσχαταις ημεραις εμφανες το ορος κυριου και ο οικος του θεου επ' ακρων των ορεων και υψωθησεται υπερανω των βουνων και ηξουσιν επ' αυτο παντα τα εθνη

3 και πορευσονται εθνη πολλα και ερουσιν δευτε και αναβωμεν εις το ορος κυριου και εις τον οικον του θεου ιακωβ και αναγγελει ημιν την οδον αυτου και πορευσομεθα εν αυτη εκ γαρ σιων εξελευσεται νομος και λογος κυριου εξ ιερουσαλημ

4 και κρινει ανα μεσον των εθνων και ελεγξει λαον πολυν και συγκοψουσιν τας μαχαιρας αυτων εις αροτρα και τας ζιβυνας αυτων εις δρεπανα και ου λημψεται ετι εθνος επ' εθνος μαχαιραν και ου μη μαθωσιν ετι πολεμειν

5 και νυν ο οικος του ιακωβ δευτε πορευθωμεν τω φωτι κυριου

6 ανηκεν γαρ τον λαον αυτου τον οικον του ισραηλ οτι ενεπλησθη ως το απ' αρχης η χωρα αυτων κληδονισμων ως η των αλλοφυλων και τεκνα πολλα αλλοφυλα εγενηθη αυτοις

7 ενεπλησθη γαρ η χωρα αυτων αργυριου και χρυσιου και ουκ ην αριθμος των θησαυρων αυτων και ενεπλησθη η γη ιππων και ουκ ην αριθμος των αρματων αυτων

8 και ενεπλησθη η γη βδελυγματων των εργων των χειρων αυτων και προσεκυνησαν οις εποιησαν οι δακτυλοι αυτων

9 και εκυψεν ανθρωπος και εταπεινωθη ανηρ και ου μη ανησω αυτους

10 και νυν εισελθετε εις τας πετρας και κρυπτεσθε εις την γην απο προσωπου του φοβου κυριου και απο της δοξης της ισχυος αυτου οταν αναστη θραυσαι την γην

11 οι γαρ οφθαλμοι κυριου υψηλοι ο δε ανθρωπος ταπεινος και ταπεινωθησεται το υψος των ανθρωπων και υψωθησεται κυριος μονος εν τη ημερα εκεινη

12 ημερα γαρ κυριου σαβαωθ επι παντα υβριστην και υπερηφανον και επι παντα υψηλον και μετεωρον και ταπεινωθησονται

13 και επι πασαν κεδρον του λιβανου των υψηλων και μετεωρων και επι παν δενδρον βαλανου βασαν

14 και επι παν ορος και επι παντα βουνον υψηλον

15 και επι παντα πυργον υψηλον και επι παν τειχος υψηλον

16 και επι παν πλοιον θαλασσης και επι πασαν θεαν πλοιων καλλους

17 και ταπεινωθησεται πας ανθρωπος και πεσειται υψος ανθρωπων και υψωθησεται κυριος μονος εν τη ημερα εκεινη

18 και τα χειροποιητα παντα κατακρυψουσιν

19 εισενεγκαντες εις τα σπηλαια και εις τας σχισμας των πετρων και εις τας τρωγλας της γης απο προσωπου του φοβου κυριου και απο της δοξης της ισχυος αυτου οταν αναστη θραυσαι την γην

20 τη γαρ ημερα εκεινη εκβαλει ανθρωπος τα βδελυγματα αυτου τα αργυρα και τα χρυσα α εποιησαν προσκυνειν τοις ματαιοις και ταις νυκτερισιν

21 του εισελθειν εις τας τρωγλας της στερεας πετρας και εις τας σχισμας των πετρων απο προσωπου του φοβου κυριου και απο της δοξης της ισχυος αυτου οταν αναστη θραυσαι την γην
Reply With Quote
  #6  
Vechi 26.03.2022, 20:56:14
CrestinismAntic CrestinismAntic is offline
Senior Member
 
Data înregistrării: 16.02.2019
Mesaje: 175
Implicit Isaias Capitolul 2

1 o logos o genomenos para kyriou pros ēsaian uion amōs peri tēs ioudaias kai peri ierousalēm

2 oti estai en tais eschatais ēmerais emphanes to oros kyriou kai o oikos tou theou ep' akrōn tōn oreōn kai ypsōthēsetai yperanō tōn bounōn kai ēxousin ep' auto panta ta ethnē

3 kai poreusontai ethnē polla kai erousin deute kai anabōmen eis to oros kyriou kai eis ton oikon tou theou iakōb kai anangelei ēmin tēn odon autou kai poreusometha en autē ek gar siōn exeleusetai nomos kai logos kyriou ex ierousalēm

4 kai krinei ana meson tōn ethnōn kai elenxei laon polyn kai synkopsousin tas machairas autōn eis arotra kai tas zibynas autōn eis drepana kai ou lēmpsetai eti ethnos ep' ethnos machairan kai ou mē mathōsin eti polemein

5 kai nyn o oikos tou iakōb deute poreuthōmen tō phōti kyriou

6 anēken gar ton laon autou ton oikon tou israēl oti eneplēsthē ōs to ap' archēs ē chōra autōn klēdonismōn ōs ē tōn allophylōn kai tekna polla allophyla egenēthē autois

7 eneplēsthē gar ē chōra autōn argyriou kai chrysiou kai ouk ēn arithmos tōn thēsaurōn autōn kai eneplēsthē ē gē ippōn kai ouk ēn arithmos tōn armatōn autōn

8 kai eneplēsthē ē gē bdelygmatōn tōn ergōn tōn cheirōn autōn kai prosekynēsan ois epoiēsan oi daktyloi autōn

9 kai ekypsen anthrōpos kai etapeinōthē anēr kai ou mē anēsō autous

10 kai nyn eiselthete eis tas petras kai kryptesthe eis tēn gēn apo prosōpou tou phobou kyriou kai apo tēs doxēs tēs ischyos autou otan anastē thrausai tēn gēn

11 oi gar ophthalmoi kyriou ypsēloi o de anthrōpos tapeinos kai tapeinōthēsetai to ypsos tōn anthrōpōn kai ypsōthēsetai kyrios monos en tē ēmera ekeinē

12 ēmera gar kyriou sabaōth epi panta ybristēn kai yperēphanon kai epi panta ypsēlon kai meteōron kai tapeinōthēsontai

13 kai epi pasan kedron tou libanou tōn ypsēlōn kai meteōrōn kai epi pan dendron balanou basan

14 kai epi pan oros kai epi panta bounon ypsēlon

15 kai epi panta pyrgon ypsēlon kai epi pan teichos ypsēlon

16 kai epi pan ploion thalassēs kai epi pasan thean ploiōn kallous

17 kai tapeinōthēsetai pas anthrōpos kai peseitai ypsos anthrōpōn kai ypsōthēsetai kyrios monos en tē ēmera ekeinē

18 kai ta cheiropoiēta panta katakrypsousin

19 eisenenkantes eis ta spēlaia kai eis tas schismas tōn petrōn kai eis tas trōglas tēs gēs apo prosōpou tou phobou kyriou kai apo tēs doxēs tēs ischyos autou otan anastē thrausai tēn gēn

20 tē gar ēmera ekeinē ekbalei anthrōpos ta bdelygmata autou ta argyra kai ta chrysa a epoiēsan proskynein tois mataiois kai tais nykterisin

21 tou eiselthein eis tas trōglas tēs stereas petras kai eis tas schismas tōn petrōn apo prosōpou tou phobou kyriou kai apo tēs doxēs tēs ischyos autou otan anastē thrausai tēn gēn
Reply With Quote
  #7  
Vechi 26.03.2022, 21:00:58
CrestinismAntic CrestinismAntic is offline
Senior Member
 
Data înregistrării: 16.02.2019
Mesaje: 175
Implicit Isaias Capitolul 3

1 ιδου δη ο δεσποτης κυριος σαβαωθ αφελει απο της ιουδαιας και απο ιερουσαλημ ισχυοντα και ισχυουσαν ισχυν αρτου και ισχυν υδατος

2 γιγαντα και ισχυοντα και ανθρωπον πολεμιστην και δικαστην και προφητην και στοχαστην και πρεσβυτερον

3 και πεντηκονταρχον και θαυμαστον συμβουλον και σοφον αρχιτεκτονα και συνετον ακροατην

4 και επιστησω νεανισκους αρχοντας αυτων και εμπαικται κυριευσουσιν αυτων

5 και συμπεσειται ο λαος ανθρωπος προς ανθρωπον και ανθρωπος προς τον πλησιον αυτου προσκοψει το παιδιον προς τον πρεσβυτην ο ατιμος προς τον εντιμον

6 οτι επιλημψεται ανθρωπος του αδελφου αυτου η του οικειου του πατρος αυτου λεγων ιματιον εχεις αρχηγος ημων γενου και το βρωμα το εμον υπο σε εστω

7 και αποκριθεις ερει εν τη ημερα εκεινη ουκ εσομαι σου αρχηγος ου γαρ εστιν εν τω οικω μου αρτος ουδε ιματιον ουκ εσομαι αρχηγος του λαου τουτου

8 οτι ανειται ιερουσαλημ και η ιουδαια συμπεπτωκεν και αι γλωσσαι αυτων μετα ανομιας τα προς κυριον απειθουντες διοτι νυν εταπεινωθη η δοξα αυτων

9 και η αισχυνη του προσωπου αυτων αντεστη αυτοις την δε αμαρτιαν αυτων ως σοδομων ανηγγειλαν και ενεφανισαν ουαι τη ψυχη αυτων διοτι βεβουλευνται βουλην πονηραν καθ' εαυτων

10 ειποντες δησωμεν τον δικαιον οτι δυσχρηστος ημιν εστιν τοινυν τα γενηματα των εργων αυτων φαγονται

11 ουαι τω ανομω πονηρα κατα τα εργα των χειρων αυτου συμβησεται αυτω

12 λαος μου οι πρακτορες υμων καλαμωνται υμας και οι απαιτουντες κυριευουσιν υμων λαος μου οι μακαριζοντες υμας πλανωσιν υμας και τον τριβον των ποδων υμων ταρασσουσιν

13 αλλα νυν καταστησεται εις κρισιν κυριος και στησει εις κρισιν τον λαον αυτου

14 αυτος κυριος εις κρισιν ηξει μετα των πρεσβυτερων του λαου και μετα των αρχοντων αυτου υμεις δε τι ενεπυρισατε τον αμπελωνα μου και η αρπαγη του πτωχου εν τοις οικοις υμων

15 τι υμεις αδικειτε τον λαον μου και το προσωπον των πτωχων καταισχυνετε

16 ταδε λεγει κυριος ανθ' ων υψωθησαν αι θυγατερες σιων και επορευθησαν υψηλω τραχηλω και εν νευμασιν οφθαλμων και τη πορεια των ποδων αμα συρουσαι τους χιτωνας και τοις ποσιν αμα παιζουσαι

17 και ταπεινωσει ο θεος αρχουσας θυγατερας σιων και κυριος αποκαλυψει το σχημα αυτων

18 εν τη ημερα εκεινη και αφελει κυριος την δοξαν του ιματισμου αυτων και τους κοσμους αυτων και τα εμπλοκια και τους κοσυμβους και τους μηνισκους

19 και το καθεμα και τον κοσμον του προσωπου αυτων

20 και την συνθεσιν του κοσμου της δοξης και τους χλιδωνας και τα ψελια και το εμπλοκιον και τα περιδεξια και τους δακτυλιους και τα ενωτια

21 και τα περιπορφυρα και τα μεσοπορφυρα

22 και τα επιβληματα τα κατα την οικιαν και τα διαφανη λακωνικα

23 και τα βυσσινα και τα υακινθινα και τα κοκκινα και την βυσσον συν χρυσιω και υακινθω συγκαθυφασμενα και θεριστρα κατακλιτα

24 και εσται αντι οσμης ηδειας κονιορτος και αντι ζωνης σχοινιω ζωση και αντι του κοσμου της κεφαλης του χρυσιου φαλακρωμα εξεις δια τα εργα σου και αντι του χιτωνος του μεσοπορφυρου περιζωση σακκον

25 και ο υιος σου ο καλλιστος ον αγαπας μαχαιρα πεσειται και οι ισχυοντες υμων μαχαιρα πεσουνται

26 και ταπεινωθησονται και πενθησουσιν αι θηκαι του κοσμου υμων και καταλειφθηση μονη και εις την γην εδαφισθηση
Reply With Quote
  #8  
Vechi 26.03.2022, 21:01:40
CrestinismAntic CrestinismAntic is offline
Senior Member
 
Data înregistrării: 16.02.2019
Mesaje: 175
Implicit Isaias Capitolul 3

1 idou dē o despotēs kyrios sabaōth aphelei apo tēs ioudaias kai apo ierousalēm ischyonta kai ischyousan ischyn artou kai ischyn ydatos

2 giganta kai ischyonta kai anthrōpon polemistēn kai dikastēn kai prophētēn kai stochastēn kai presbyteron

3 kai pentēkontarchon kai thaumaston symboulon kai sophon architektona kai syneton akroatēn

4 kai epistēsō neaniskous archontas autōn kai empaiktai kyrieusousin autōn

5 kai sympeseitai o laos anthrōpos pros anthrōpon kai anthrōpos pros ton plēsion autou proskopsei to paidion pros ton presbytēn o atimos pros ton entimon

6 oti epilēmpsetai anthrōpos tou adelphou autou ē tou oikeiou tou patros autou legōn imation echeis archēgos ēmōn genou kai to brōma to emon ypo se estō

7 kai apokritheis erei en tē ēmera ekeinē ouk esomai sou archēgos ou gar estin en tō oikō mou artos oude imation ouk esomai archēgos tou laou toutou

8 oti aneitai ierousalēm kai ē ioudaia sympeptōken kai ai glōssai autōn meta anomias ta pros kyrion apeithountes dioti nyn etapeinōthē ē doxa autōn

9 kai ē aischynē tou prosōpou autōn antestē autois tēn de amartian autōn ōs sodomōn anēngeilan kai enephanisan ouai tē psychē autōn dioti bebouleuntai boulēn ponēran kath' eautōn

10 eipontes dēsōmen ton dikaion oti dyschrēstos ēmin estin toinyn ta genēmata tōn ergōn autōn phagontai

11 ouai tō anomō ponēra kata ta erga tōn cheirōn autou symbēsetai autō

12 laos mou oi praktores ymōn kalamōntai ymas kai oi apaitountes kyrieuousin ymōn laos mou oi makarizontes ymas planōsin ymas kai ton tribon tōn podōn ymōn tarassousin

13 alla nyn katastēsetai eis krisin kyrios kai stēsei eis krisin ton laon autou

14 autos kyrios eis krisin ēxei meta tōn presbyterōn tou laou kai meta tōn archontōn autou ymeis de ti enepyrisate ton ampelōna mou kai ē arpagē tou ptōchou en tois oikois ymōn

15 ti ymeis adikeite ton laon mou kai to prosōpon tōn ptōchōn kataischynete

16 tade legei kyrios anth' ōn ypsōthēsan ai thygateres siōn kai eporeuthēsan ypsēlō trachēlō kai en neumasin ophthalmōn kai tē poreia tōn podōn ama syrousai tous chitōnas kai tois posin ama paizousai

17 kai tapeinōsei o theos archousas thygateras siōn kai kyrios apokalypsei to schēma autōn

18 en tē ēmera ekeinē kai aphelei kyrios tēn doxan tou imatismou autōn kai tous kosmous autōn kai ta emplokia kai tous kosymbous kai tous mēniskous

19 kai to kathema kai ton kosmon tou prosōpou autōn

20 kai tēn synthesin tou kosmou tēs doxēs kai tous chlidōnas kai ta pselia kai to emplokion kai ta peridexia kai tous daktylious kai ta enōtia

21 kai ta periporphyra kai ta mesoporphyra

22 kai ta epiblēmata ta kata tēn oikian kai ta diaphanē lakōnika

23 kai ta byssina kai ta yakinthina kai ta kokkina kai tēn bysson syn chrysiō kai yakinthō synkathyphasmena kai theristra kataklita

24 kai estai anti osmēs ēdeias koniortos kai anti zōnēs schoiniō zōsē kai anti tou kosmou tēs kephalēs tou chrysiou phalakrōma exeis dia ta erga sou kai anti tou chitōnos tou mesoporphyrou perizōsē sakkon

25 kai o uios sou o kallistos on agapas machaira peseitai kai oi ischyontes ymōn machaira pesountai

26 kai tapeinōthēsontai kai penthēsousin ai thēkai tou kosmou ymōn kai kataleiphthēsē monē kai eis tēn gēn edaphisthēsē
Reply With Quote
  #9  
Vechi 26.03.2022, 21:04:51
CrestinismAntic CrestinismAntic is offline
Senior Member
 
Data înregistrării: 16.02.2019
Mesaje: 175
Implicit Isaias Capitolul 4

1 και επιλημψονται επτα γυναικες ανθρωπου ενος λεγουσαι τον αρτον ημων φαγομεθα και τα ιματια ημων περιβαλουμεθα πλην το ονομα το σον κεκλησθω εφ' ημας αφελε τον ονειδισμον ημων

2 τη δε ημερα εκεινη επιλαμψει ο θεος εν βουλη μετα δοξης επι της γης του υψωσαι και δοξασαι το καταλειφθεν του ισραηλ

3 και εσται το υπολειφθεν εν σιων και το καταλειφθεν εν ιερουσαλημ αγιοι κληθησονται παντες οι γραφεντες εις ζωην εν ιερουσαλημ

4 οτι εκπλυνει κυριος τον ρυπον των υιων και των θυγατερων σιων και το αιμα εκκαθαριει εκ μεσου αυτων εν πνευματι κρισεως και πνευματι καυσεως

5 και ηξει και εσται πας τοπος του ορους σιων και παντα τα περικυκλω αυτης σκιασει νεφελη ημερας και ως καπνου και ως φωτος πυρος καιομενου νυκτος παση τη δοξη σκεπασθησεται

6 και εσται εις σκιαν απο καυματος και εν σκεπη και εν αποκρυφω απο σκληροτητος και υετου
Reply With Quote
  #10  
Vechi 26.03.2022, 21:05:30
CrestinismAntic CrestinismAntic is offline
Senior Member
 
Data înregistrării: 16.02.2019
Mesaje: 175
Implicit Isaias Capitolul 4

1 kai epilēmpsontai epta gynaikes anthrōpou enos legousai ton arton ēmōn phagometha kai ta imatia ēmōn peribaloumetha plēn to onoma to son keklēsthō eph' ēmas aphele ton oneidismon ēmōn

2 tē de ēmera ekeinē epilampsei o theos en boulē meta doxēs epi tēs gēs tou ypsōsai kai doxasai to kataleiphthen tou israēl

3 kai estai to ypoleiphthen en siōn kai to kataleiphthen en ierousalēm agioi klēthēsontai pantes oi graphentes eis zōēn en ierousalēm

4 oti ekplynei kyrios ton rypon tōn uiōn kai tōn thygaterōn siōn kai to aima ekkathariei ek mesou autōn en pneumati kriseōs kai pneumati kauseōs

5 kai ēxei kai estai pas topos tou orous siōn kai panta ta perikyklō autēs skiasei nephelē ēmeras kai ōs kapnou kai ōs phōtos pyros kaiomenou nyktos pasē tē doxē skepasthēsetai

6 kai estai eis skian apo kaumatos kai en skepē kai en apokryphō apo sklērotētos kai yetou
Reply With Quote
Răspunde

Thread Tools
Moduri de afișare